AΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ ΑΡΧΑΙΩΝ


Αἰσχίνου τοῦ Σωκρατικοῦ
Ἀλκιβιάδης, απόσπ. 1
" Ἐνθυμήθητι γάρ, ὁπόθεν ἥλιος ἀνίσχει καὶ ὅπου δύεται". "Ἀλλ' οὐδέν" ἔφη "χαλεπόν, ὦ Σώκρατες, τὰ τοιαῦτα εἰδέναι."  "Ἤδη οὖν σοι πώποτ' ἐμέλησεν, ὅτι ταύτης τῆς χώρας τοσαύτης οὔσης, ὅσον ὁ ἥλιος  πορεύεται, ἣ καλεῖται Ἀσία, εἷς ἀνὴρ ἄρχει;" "Πάνυ μὲν οὖν", ἔφη, "ὁ μέγας βασιλεύς". "Οἶσθ' οὖν, ὅτι ἐκεῖνος ἐστράτευσε δεῦρο καὶ ἐπὶ Λακεδαιμονίους, ἡγούμενος, εἰ τούτω τὼ πόλει* καταστρέψαιτο, ῥᾳδίως  τούς γε ἄλλους Ἕλληνας ὑπηκόους αὑτῷ  ἔσεσθαι· καὶ οὕτως εἰς φόβον Ἀθηναίους κατέστησεν, ὥστ' ἐκλιπόντες τὴν χώραν εἰς Σαλαμῖνα ἔφυγον."
τούτω τὼ πόλει = αυτές τις δύο πόλεις
 
Ἰσοκράτους Αἰγινητικός, 10
         Ἐγὼ δὲ καὶ Θρασύλοχος τοσαύτην φιλίαν παρὰ τῶν πατέρων παραλαβόντες, ὅσην ὀλίγῳ πρότερον διηγησάμην, ἔτι μείζω τῆς ὑπαρχούσης αὐτὴν ἐποιήσαμεν. Ἕως μὲν γὰρ παῖδες ἦμεν, περὶ πλείονος ἡμᾶς αὐτοὺς ἡγούμεθα ἢ τοὺς ἀδελφούς, καὶ οὔτε θυσίαν οὔτε θεωρίαν οὔτ' ἄλλην ἑορτὴν οὐδεμίαν χωρὶς ἀλλήλων ἤγομεν· ἐπειδὴ δ' ἄνδρες ἐγενόμεθα, οὐδὲν πώποτ' ἐναντίον ἡμῖν αὐτοῖς ἐπράξαμεν, ἀλλὰ καὶ τῶν ἰδίων ἐκοινωνοῦμεν καὶ πρὸς τὰ τῆς πόλεως ὁμοίως διεκείμεθα καὶ φίλοις καὶ ξένοις τοῖς αὐτοῖς ἐχρώμεθα.

 
Πλάτωνος Νόμων Α, 631b
             " Ὦ ξένε, οἱ Κρητῶν νόμοι οὐκ εἰσὶν μάτην ἐν πᾶσιν διαφερόντως εὐδόκιμοι τοῖς Ἕλλησιν· ἔχουσιν γὰρ ὀρθῶς, τοὺς αὐτοῖς χρωμένους εὐδαίμονας ἀποτελοῦντες. πάντα γὰρ τἀγαθὰ πορίζουσιν. διπλᾶ δὲ ἀγαθά ἐστιν, τὰ μὲν ἀνθρώπινα, τὰ δὲ θεῖα· ἤρτηται δ' ἐκ τῶν θείων θάτερα, καὶ ἐὰν μὲν δέχηταί τις τὰ μείζονα πόλις, κτᾶται καὶ τὰ ἐλάττονα, εἰ δὲ μή, στέρεται ἀμφοῖν. ἔστι δὲ τὰ μὲν ἐλάττονα ὧν ἡγεῖται μὲν ὑγίεια, κάλλος δὲ δεύτερον, τὸ δὲ τρίτον ἰσχὺς εἴς τε δρόμον καὶ εἰς τὰς ἄλλας πάσας κινήσεις τῷ σώματι, τέταρτον δὲ δὴ πλοῦτος οὐ τυφλὸς ἀλλ' ὀξὺ βλέπων, ἄνπερ ἅμ' ἕπηται φρονήσει".
     -    -----------------
         ἤρτηται=  ἐξήρτηται
 
Διόδωρος Σικελιώτης, Βιβλιοθήκη ΧΙΙ 53, 1-2
1     Ἐπὶ δὲ τούτων κατὰ τὴν Σικελίαν Λεοντῖνοι, Χαλκιδέων μὲν ὄντες ἄποικοι, συγγενεῖς δὲ Ἀθηναίων, ἔτυχον ὑπὸ Συρακοσίων πολεμούμενοι. Πιεζόμενοι δὲ τῷ πολέμῳ καὶ διὰ τὴν ὑπεροχὴν τῶν Συρακοσίων κινδυνεύοντες ἁλῶναι κατὰ κράτος ἐξέπεμψαν πρέσβεις εἰς τὰς Ἀθήνας ἀξιοῦντες τὸν δῆμον βοηθῆσαι τὴν ταχίστην   καὶ  τὴν   πόλιν   ἑαυτῶν  ἐκ  τῶν   κινδύνων
2    ῥύσασθαι. Ἦν δὲ τῶν ἀπεσταλμένων ἀρχιπρεσβευτὴς Γοργίας ὁ ῥήτωρ, δεινότητι λόγου πολὺ προέχων πάντων τῶν καθ' ἑαυτόν. Οὗτος καὶ τέχνας ῥητορικὰς πρῶτος ἐξεῦρε καὶ κατὰ τὴν σοφιστείαν τοσοῦτο τοὺς ἄλλους ὑπερέβαλεν, ὥστε μισθὸν λαμβάνειν παρὰ τῶν μαθητῶν μνᾶς ἑκατόν.
ῥύσασθαι (ῥύομαι = λυτρώνω, σώζω)


 
Πλάτων, Μένων 71Ε κ.ε.
Πρῶτον μέν, εἰ βούλει ἀνδρὸς ἀρετήν, ῥᾴδιον, ὅτι αὕτη ἐστὶν ἀνδρὸς ἀρετή, ἱκανὸν εἶναι τὰ τῆς πόλεως πράττειν, καὶ πράττοντα τοὺς μὲν φίλους εὖ ποιεῖν, τοὺς δ' ἐχθροὺς κακῶς, καὶ αὐτὸν εὐλαβεῖσθαι μηδὲν τοιοῦτον παθεῖν. Εἰ δὲ βούλει γυναικὸς ἀρετήν, οὐ
χαλεπὸν διελθεῖν, ὅτι δεῖ αὐτὴν τὴν οἰκίαν εὖ οἰκεῖν, σῴζουσάν τε τὰ ἔνδον καὶ κατήκοον οὖσαν τοῦ ἀνδρός. Καὶ ἄλλη ἐστὶν παιδὸς ἀρετή, καὶ θηλείας καὶ ἄρρενος, καὶ πρεσβυτέρου ἀνδρός, εἰ μὲν βούλει, ἐλευθέρου, εἰ δὲ βούλει δούλου. Καὶ ἄλλαι πάμπολλαι ἀρεταί εἰσιν,
ὥστε οὐκ ἀπορία εἰπεῖν ἀρετῆς πέρι ὅ,τι ἐστίν.
- - - - - - - - - - - - - - - -
εὐλαβεῖσθαι = να προσέχει
διελθεῖν = να εξηγήσει κανείς
οὐκ ἀπορία (ἐστί) = δεν είναι δύσκολο

 
Λυσίου, «Κατὰ Ἀγοράτου», 33-35
Ὅτι μὲν ἀπέγραψεν Ἀγόρατος οὑτοσί τῶν ἀνδρῶν ἐκείνων τὰ ὀνόματα, καὶ τὰ ἐν τῇ βουλῇ καὶ τὰ ἐν τῷ δήμῳ, καί ἒστι φονεὺς ἐκείνων, σχεδόν τι οἶμαι ὑμᾶς ἐπίστασθαι· ὡς τοίνυν ἀπάντων τῶν κακῶν αἴτιος τῇ πόλει ἐγένετο καὶ οὐδ’ ὑφ’ ἑνὸς αὐτὸν προσήκει ἐλεεῖσθαι, ἐγὼ οἶμαι ὑμῖν ἐν κεφαλαίοις ἀποδείξειν. Ἐπειδὴ γὰρ ἐκεῖνοι συλληφθέντες ἐδέθησαν, τότε καὶ ὁ Λύσανδρος εἰς τοὺς λιμένας τοὺς ὑμετέρους εἰσέπλευσε, καὶ αἱ νῆες αἱ ὑμέτεραι Λακεδαιμονίοις παρεδόθησαν, καὶ τὰ τείχη κατεσκάφῃ, καὶ οἱ τριάκοντα κατέστησαν, καὶ τὶ οὐ τῶν δεινῶν τῇ πόλει ἐγένετο; Ἐπειδὴ τοίνυν οἱ τριάκοντα κατεστάθησαν εὐθέως κρίσιν τοῖς ἀνδράσι τούτοις ἐποίουν ἐν τῇ βουλῇ, ὁ δὲ δῆμος «ἐν τῷ δικαστηρίῳ ἐν δισχιλίοις» ἐψήφιστο. Καί μοι ἀνάγνωθι τὸ ψήφισμα.
Λυσίου, «Κατὰ Ἀγοράτου», 33-35
ἐν κεφαλαίοις= περιληπτικά

 
«Κύρου Παιδεία» τοῦ Ξενοφῶντα 6, 1, 13-15
Ὁρῶ ἡμῖν ἀντιπάλους προσιόντας οἷς ἡμεῖς, εἰ ὧδε στρατευσόμεθα, οὐ δυνησόμεθα μάχεσθαι. Προσέρχεται μὲν γὰρ δήπου χειμών, στέγαι δὲ εἰ καὶ ἡμῖν αὐτοῖς είσιν άλλά μὰ Δὶ’ ούχ ἵπποις οὐδὲ θεράπουσιν οὐδὲ τῷ δήμῳ τῶν στρατιωτῶν, ὧν ἄνευ ἡμεῖς οὐκ ἂν δυναίμεθα στρατεύεσθαι· τὰ δ’ ἐπιτήδεια ὅπου μὲν ἡμεῖς ἐληλύθαμεν ὑφ’ ἡμῶν ἀνήλωται· ὅπου δὲ μὴ ἀφίγμεθα, διὰ τὸ ἡμᾶς φοβεῖσθαι ἀνακεκομισμένοι εἰσίν εἰς ἐρύματα, ὥστε αὐτοὶ μὲν ἔχειν, ἡμᾶς δὲ ταῦτα μὴ δύνασθαι λαμβάνειν. Τὶς οὖν οὕτως ἀγαθὸς ἢ τὶς οὕτως ἰσχυρὸς ὃς λιμῳ καὶ ῥίγει δύναιτ’ ἂν μαχόμενος στρατεύεσθαι;
 
Ξενοφντα Κρου Ανβαση: Ε, ΙV, 4-7
Καὶ πεμφθεὶς ὁ Τιμησίθεος ἧκεν ἄγων τοὺς ἄρχοντας. Ἐπεὶ δὲ ἀφίκοντο, συνῆλθον οἵ τε τῶν Μοσσυνοίκων ἄρχοντες καὶ οἱ στρατηγοὶ τῶν Ἑλλήνων· καὶ ἔλεξε Ξενοφῶν, ἡρμήνευε δὲ Τιμησίθεος· Ὦ ἄνδρες Μοσσύνοικοι, ἡμεῖς βουλόμεθα διασωθῆναι πρὸς τὴν Ἑλλάδα πεζῇ· πλοῖα γὰρ οὐκ ἔχομεν· κωλύουσι δὲ οὗτοι ἡμᾶς οὓς ἀκούομεν ὑμῖν πολεμίους εἶναι. Εἰ οὖν βούλεσθε, ἔξεστιν ὑμῖν ἡμᾶς λαβεῖν συμμάχους καὶ τιμωρήσασθαι εἴ τί ποτε ὑμᾶς οὗτοι ἠδίκησαν, καὶ τὸ λοιπὸν ὑμῶν ὑπηκόους εἶναι τούτους. Εἰ δὲ ἡμᾶς ἀφήσετε, σκέψασθε πόθεν αὖθις ἂν τοσαύτην δύναμιν λάβοιτε σύμμαχον.
Δίνεται η σημασία των παρακάτω λέξεων: ἧκεν=έφτασε, ἡρμήνευε=εξηγούσε,
ἔξεστιν=είναι δυνατό.

Σχόλια